Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.246 Joseph. AJ 5.251 (English) >>Joseph. AJ 5.255

5.249ἔφθη τε τὴν διάνοιαν αὐτῶν Ἀβιμέλεχος μαθὼν ἐλθεῖν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως καὶ φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ διʼ αὐτοῦ φέρων ταῦτα ποιεῖν τὴν στρατιὰν παρεκελεύσατο. καὶ ταχέως περιληφθείσης ἐν κύκλῳ τῆς πέτρας τοῖς ξύλοις πῦρ ἐμβάλλουσιν ὅσα τε μᾶλλον ἐξάπτειν φύσιν ἔχει καὶ μεγίστην αἴρουσι φλόγα. 5.250καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλʼ ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπʼ αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπʼ ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον. 5.251

Ἀβιμέλεχος δὲ τοῖς Σικιμιτῶν κακοῖς καταπλήξας τοὺς Ἰσραηλίτας μειζόνων ἐφιέμενος δῆλος ἦν καὶ μηδαμοῦ περιγράψων τὴν βίαν, εἰ μὴ πάντας ἀπολέσειεν. ἤλαυνεν οὖν ἐπὶ Θήβας καὶ τὴν μὲν πόλιν ἐξ ἐπιδρομῆς αἱρεῖ, πύργου δʼ ὄντος ἐν αὐτῇ μεγάλου, εἰς ὃν πᾶν τὸ πλῆθος συνέφυγε, πολιορκεῖν τοῦτον παρεσκευάζετο. 5.252καὶ αὐτὸν πλησίον ὁρμῶντα τῶν πυλῶν γυνὴ θραύσματι μύλης βαλοῦσα κατὰ τῆς κεφαλῆς τυγχάνει, πεσὼν δὲ Ἀβιμέλεχος τὸν ὑπασπιστὴν παρεκάλει κτείνειν αὐτόν, μὴ τῆς γυναικὸς θάνατος αὐτοῦ δόξειεν ἔργον. καὶ μὲν τὸ προσταχθὲν ἐποίει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.246 Joseph. AJ 5.251 (English) >>Joseph. AJ 5.255

Powered by PhiloLogic